Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.323 Joseph. AJ 4.327 (English) >>Joseph. AJ 4.331

4.325ὡς δʼ ἐπὶ τῷ ὄρει τῷ Ἀβαρεῖ καλουμένῳ ἐγένετο, τοῦτο δὲ ὑψηλὸν Ἱεριχοῦντος ἀντικρὺ κεῖται γῆν ἀρίστην τῶν Χαναναίων καὶ πλείστην παρέχον τοῖς ἐπʼ αὐτοῦ κατοπτεύειν, ἀπέπεμπε τὴν γερουσίαν. 4.326ἀσπαζομένου δὲ καὶ τὸν Ἐλεάζαρον αὐτοῦ καὶ τὸν Ἰησοῦν καὶ προσομιλοῦντος ἔτι, νέφους αἰφνίδιον ὑπὲρ αὐτὸν στάντος ἀφανίζεται κατά τινος φάραγγος. γέγραφε δʼ αὑτὸν ἐν ταῖς ἱεραῖς βίβλοις τεθνεῶτα, δείσας μὴ διʼ ὑπερβολὴν τῆς περὶ αὐτὸν ἀρετῆς πρὸς τὸ θεῖον αὐτὸν ἀναχωρῆσαι τολμήσωσιν εἰπεῖν. 4.327

Ἐβίωσε δὲ τὸν πάντα χρόνον ἐτῶν εἴκοσι καὶ ἑκατόν, ὧν ἦρξε τὸ τρίτον μέρος ἑνὶ λείποντι μηνί. ἐτελεύτησε δὲ τῷ ὑστάτῳ μηνὶ τοῦ ἔτους, ὑπὸ μὲν Μακεδόνων Δύστρου καλουμένου Ἀδάρου δʼ ὑφʼ ἡμῶν νουμηνίᾳ, 4.328συνέσει τε τοὺς πώποτʼ ἀνθρώπους ὑπερβαλὼν καὶ χρησάμενος ἄριστα τοῖς νοηθεῖσιν, εἰπεῖν τε καὶ πλήθεσιν ὁμιλῆσαι κεχαρισμένος τά τε ἄλλα καὶ τῶν παθῶν αὐτοκράτωρ, 4.329ὡς μηδὲ ἐνεῖναι τούτων τῇ ψυχῇ δοκεῖν αὐτοῦ καὶ γινώσκειν μόνον αὐτῶν τὴν προσηγορίαν ἐκ τοῦ παρʼ ἄλλοις αὐτὰ βλέπειν μᾶλλον παρʼ αὑτῷ. καὶ στρατηγὸς μὲν ἐν ὀλίγοις, προφήτης δὲ οἷος οὐκ ἄλλος, ὥσθʼ τι ἂν φθέγξαιτο δοκεῖν αὐτοῦ λέγοντος ἀκροᾶσθαι τοῦ θεοῦ. 4.330πενθεῖ μὲν οὖν αὐτὸν λαὸς ἐφʼ ἡμέρας τριάκοντα, λύπη δὲ οὐκ ἄλλη κατέσχεν Ἑβραίους τοσαύτη τὸ μέγεθος, ὅση τότε Μωυσέος ἀποθανόντος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.323 Joseph. AJ 4.327 (English) >>Joseph. AJ 4.331

Powered by PhiloLogic